Ancient Greek · ~3 min
17.6 to 17.8
Gelasius, Historia Ecclesiastica 17.6-8
Not analysed yet
ζητῶμεν λοιπὸν κύριον τὸν κτίσαντα αὐτὸν τὸν καὶ ποιήσαντα χώρας καὶ ἀοικήτους· νυγματισθεὶς γὰρ ὁ Σολομῶν ἐκ τῶν τοῦ πρὸς Ἰὼβ εἰπόντος »ποῦ ἦσθα ἐν τῷ θεμελιοῦν με τὴν γῆν«; εἶπε »κύριος ἐποίησε χώρας καὶ ἀοικήτους«. ἐν δὲ βίβλῳ Βαροὺχ ἐκ στόματος Ἱερεμίου τοῦ προφήτου, καθὼς προαπεδείξαμεν, περὶ τοῦ ποιήσαντος χώρας καὶ αοικήτους λεγει· »υἱοὶ Άγὰρ ἐκζητοῦντες τὴν σύνεσιν ἐπὶ τῆς γῆς οἱ ἔμποροι καὶ οἱ ἐκζητηταὶ τῆς συνέσεως· ὁδὸν δὲ σοφίας οὐκ ἔγνωσαν οὐδὲ ἐμνήσθησαν τὰς τρίβους αὐτῆς«. καὶ μετ’ ὀλίγα· »ἀλλ’ ὁ εἰδὼς τὰ πάντα γινώσκει αὐτήν, ἐξεῦρεν αὐτὴν τῇ συνέσει αὐτοῦ«· εἰπὼν περὶ τοῦ ἐξευρόντος τὴν σοφίαν τῇ συνέσει αὐτοῦ ἐπάγει αὐτοῦ καὶ τὰς ἐνεργείας, λέγων »ὁ κατασκευάσας τὴν γῆν εἰς τὸν αἰῶνα χρόνον ἐνέπλησεν αὐτὴν κτηνῶν τετραποδων, ὁ ἀποστέλλων τὸ φῶς καὶ πορεύεται«.