Ancient Greek · ~2 min
ΛΟΓΟΣ Bݲ, Chapter 17
Gelasius, Historia Ecclesiastica 17.9
Not analysed yet
οὐ παραβλεπτέον γάρ, ὠ φιλόσοφε, τὰ αὐτὰ πάλιν διαγορεῦσαι πρὸς ἐναργῆ ἀπόδειξιν τῆς προκειμένης ὑποθέσεως. »ὁ ἁποστέλλων, φησί, τὸ φῶς καὶ πορεύεται, ἐκάλεσεν αὐτό, καὶ ὑπήκουσεν αὐτῷ τρόμῳ· οἱ δὲ ἀστέρες ἔλαμψαν ἐν ταῖς φυλακαῖς αὐτῶν καὶ ηὐφράνθησαν· ἐκάλεσεν αὐτούς, καὶ εἰπαν· πάρεσμεν· ἔλαμψαν μετ’ εὐφροσύνης τῷ ποιήσαντι αὐτούς. οὑτος ὁ θεὸς ἡμῶν. οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ αὐτοῦ. μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη«.