Ancient Greek
ΛΟΓΟΣ Γ, Chapter 17
Gelasius, Historia Ecclesiastica 17.8
Not analysed yet
Τὴν μὲν οὐν σύνοδον ἐν Τύρῳ γενέσθαι προστάξας ταῦτα γεγράφηκεν. ὡς γὰρ ἱερεῦσι τοῖς συκοφάνταις ἐπείθετο, εἰ καὶ τὸν τῆς εὐσεβείας τόνον εἶχεν ἀχαλίνωτον, ἀλλὰ διὰ τὸ νομίζειν αὐτὸν ἠδικῆσθαι τοὺς ἐναντίους, ὡς κριτὴς δίκαιος ἠνέσχετο καὶ ταύτης τῆς κελεύσεως, προστάξας μέντοι μετὰ τὴν τῆς συνόδου ἐκπλήρωσιν διευκρινησάσης ἕκαστα καταλαβεῖν πᾶσαν τὴν σύνοδον τὰ τῶν ἐγκαινίων τῆς ἐκεῖσε ὐπ’ αὐτοῦ δομηθείσης ἐκκλησίας ἵνεκα.