Ancient Greek · ~6 min
17.9 to 17.14
Gelasius, Historia Ecclesiastica 17.9-2-14
Not analysed yet
Γράφει δὲ καὶ ἑτέραν ἐπιστολὴν τῇ συνόδῳ, παρεγγυῶν ὥστε μὴ μόνον τὸν Ἀθανάσιον ἀπαντῆσαι τῇ συνόδῳ, ἀλλὰ γὰρ καὶ Ἄρειον καὶ γυμνασθῆναι εἰλικρινῶς τὰ παρ’ ἑκάστου γενόμενα, ἵνα εἰ, καθὼς λέγει Ἄρειος, φθόνῳ τὴν διαίρεσιν ὑπέστη τῆς ὀρθῆς ἐντὸς ὢν πίστεως, πρότερον ἑαυτοῦ καταγνοὺς ἐπὶ τοῖς παρ’ αὐτοῦ τελολμημένοις κατὰ τῆς ἀληθείας σιωπήσῃ —εἰ μὴ ἄρα ἄμυναν κατὰ τοῦ ἰδίου ἐπισκόπου Ἀθανασίου σοφιζόμενος ἐπανείλετο τὴν διόρθωσιν, πλέκων κατ’ αὐτοῦ ὑπονοίας παρεκβράσματα —καὶ εἰ μὲν φθόνος αἵτιος εὑρεθῇ, σπουδὴ αὐτοῖς τοῖς ἐν τῇ συνόδῳ ἐπισκόποις γένηται τοῦ εἰς εἰρήνην ἀμφοτέρους συνάψαι, εἰ δὲ πλαστῇ τινι μεταμελείᾳ κέχρηται Ἄρειος, καταλάβοι πάλιν τὴν Ἀλεξάνδρειαν κἀκεῖ περὶ τούτου κρινοιτο. Ταῦτ᾿ ἔγραφε βασιλεὺς ὁ πανεύφημος τῆς τῶν ἁπάντων ὁμονοίας προμηθούμενος, ὅπως ἂν ἐκεῖσε πάσης ἐρεσχελίας ἐκποδὼν γενομένης, εἰρηνικώτερον τὰ ἐγκαίνια τῆς ἐν Ἱεροσολύμοις ἐκκλησίας ἐκτελέσωσι, καθιεροῦντες αὐτὴν τῷ θεῷ ἀλλ’ ὁ μὲν ἀνόσιος Ἄρειος ἀπαντῆσαι ἐν τῇ συνόδῳ ἐν τῇ Τύρῳ οὐκ ἠνείχετο, Ἀθανάσιος δὲ ὁ μέγας ταύτην σὺν Τιμοθέῳ καὶ Μακαρίῳ τοῖς αὐτοῦ πρεσβυτέροις καὶ πλείστοις ἄλλοις συνεπομένοις αὐτῷ κλητικοῖς καὶ αἰδεσίμοις ἀνδράσι τὴν Τυρίων κατέλαβε σὺν προθυμίᾳ πολλῇ. οὕτω δῆτα συνελθόντων ἐπισκόπων εἰς τὴν Τύρον καὶ ἅμα πάντων σὺν τῷ ὑπατικῷ Διονυσίῳ καὶ τοῖς σὺν αὐτῶ̣ ἐξοχωτάτοις ἀνδράσιν τετιμημένοις καὶ τῷ τῆς ἐπαρχίας ἄρχοντι ἐπὶ τὸ αὐτὸ γενομένων ἀπεδόθησαν ὑπὸ τοῦ ἀπὸ ὑπατικῶν Διονυσίου τῇ τῶν ἐπισκόπων συνόδω τὰ τοῦ βασιλέως γράμματα. ἀφίκοντο δὲ καὶ ἄλλοι τινὲς ἐπίσκοποι δογμάτων διαφθορὰν ἐγκαλούμενοι, ὡν εἷς ἠν Ἀσκληπᾶς ὁ Γαζεύς. βούλομαι δὲ πρῶτον τὰς τῆς κατὰ τοῦ ἁγίου Ἀθανασίου κατηγορίας κατηγορίας τραγῳδίας τῇδε τῇ συγγραφῇ, εἶθ’ οὕτως τὰ κατὰ τὸ πολυθρύλλητον δικαστήριον διηγήσασθαι.