Ancient Greek · ~2 min
ΛΟΓΟΣ Γ, Chapter 18
Gelasius, Historia Ecclesiastica 18.10-2
Not analysed yet
τοιγαροῦν διὰ τῆς ἐμῆς πρὸς >τὸν θεὸν λατρείας τὰ πανταχοῦ εἰρηνεύεται καὶ τῶν βαρβάρων αὐτῶν >τὰ πλεῖστα ἔθνη τὸ τοῦ θεοῦ ὄνομα γνησίως εὐλαβουμένων, ἃ >νῦν τὴν ἀλήθειαν ἠγνόουν —δῆλον δὲ ὅτι ὁ τὴν ἀλήθειαν >οὐδὲ τὸν θεὸν ἐπιγινώσκει —πλὴν ὅμως, καθὰ προείρηται, καὶ >βάρβαροι αὐτοὶ νῦν δι’ ἐμέ. τὸν τοῦ θεοῦ θεράποντα γνήσιον, >γνωσαν τὸν θεὸν καὶ εὐλαβεῖσθαι μεμαθήκασιν, ὃν ὑπερασπίζειν >καὶ προνοεῖσθαι πανταχοῦ τοῖς ἔργοις αὐτοῖς ᾔσθοντο· ὅθεν >καὶ ἴσασι τὸν θεόν, ὃν ἐκεῖνοι μὲν διὰ τὸν πρὸς ἡμᾶς φόβον εὐλαβοῦν- >ται.