Ancient Greek · ~7 min
18.11 to 18.16
Gelasius, Historia Ecclesiastica 18.11-16
Not analysed yet
ἡμεῖς δὲ οἱ τὰ ἅγια μυστήρια τῆς εὐμενείας αὐτοῦ δοκοῦντες >προβάλλεσθαι, οὐ γὰρ εἴποιμι φυλάττειν, οὐδὲν ἕτερον >τὰ πρὸς διχόνοιαν καὶ μῖσος συντείνοντα καί, ἁπλῶς έͅπεῖν, τὰ πρὸς >ὄλεθρον τοῦ ἀνθρωπείου γένους ἔχοντα τὴν ἀναφοάν. >Ἀλλ᾿ ἐπείχθητε, καθὰ προείρηται, πρὸς ἡμᾶς τὸ τάχος, >πεπεισμένοι, ὡς παντὶ σθένει κατορθῶσαι πειράσομαι, ὅπως ἐν τῷ νόμῳ >τοῦ θεοῦ ταῦτα ἐξαιρέτως ἀδιάπτωτα φυλάττηται, οἷς οὔτε ψόγος >οὔτε κακοδοξία τις προσπλακῆναι δυνήσεται, διασκεδασθέντων >λαδὴ καὶ συντριβέντων ἄρδην καὶ παντελῶς ἀφανισθέντων >ἐχθρῶν τοῦ νόμου τοῦ θεοῦ, οἵτινες ἐπὶ προσχήματι τοῦ ἁγίου ὁνό- >ματος ποικίλας καὶ διαφόρους βλασφημίας πρὸς ἀπάτην τῶν >στέρων προφέρουσιν, ἐπιποθοῦντες ὡς οἷόν τε τὸ τῆς καθολικῆς >ἐκκλησίας καθαρόν, ἥντινα ὁ ἡμέτερος σωτὴρ ἄσπιλον >καὶ ἁγίαν καὶ ἄμωμον, τῷ σωτηριώδει καὶ τιμίῳ αὐτοῦ αἵματι >ράσας αὐτήν, καθὼς οἱ θεῖοι αὐτοῦ καὶ ἀρραγεῖς διαγορεύουσι Ταῦτα τὰ γράμματα εἰς ἀγωνίαν τοὺς ἐν τῇ συνόδῳ κατέστησαν, μάλιστα τοὺς περὶ Εὐσέβιον τὸν Νικομηδείας. οἱ μέντοι έν τῷ ὑπ’ αὐτῶν σταλέντες καὶ τὰ ψευδῆ ὡς ἀληθῆ ἐγγράψ· αντες, πρᾶξιν ὑπομνημάτων κατὰ Ἀθανασίου τοῦ μεγάλου συστησάμενοι κατὰ μονομέρειαν πρὸ τῶν βασιλικῶν τούτων γραμμάτων, φθάζουσιν ἐν τῇ Τύρῳ τῶν θαυμαστῶν ἐπισκόπων τὴν σύνοδον. ἀλλ’ οὐ πάντες τὴν πλαστὴν ἐκείνην καὶ τῶν μυσαρῶν ἐκείνων συκοφαντῶν γέμουσαν κατὰ Ἀθανασίου πρᾶξιν προσεδέξαντο. ὅθεν οἱ πλεῖστοι αὐτῶν τὰ τοῖς βασιλικοῖς γράμμασι περιεχόμενα ἐκ τῆς ἀναγνώσεως μεμαθηκότες ἐπὶ τὰ ἑαυτῶν δείσαντες ἀνεχώρησαν. οἱ δὲ περὶ Εὐσέβιον τὸν Νικομηδείας καὶ Θεόγνιον κοὶ τοὺς σὺν αὐτοῖς έν τῇ Τύρῳ ἐχρόνιζον, παρέλκοντες παρέλκοντες ἑκοντὶ τὸν καιρόν, ἔγραφον δὲ τῷ εὐσεβεῖ βασιλεῖ ἄκουσας ἐπέχεσθαι ἐκεῖσε, ἐπειγομένους ἐξορμᾶν πρὸς αὐτὸν καὶ τὴν τῶν πλαστῶν ὑπομνημάτων πρᾶξιν, ἣν ὡς μῦσος ἀπέρριψε καὶ οὔθ’ ὅλως προσδέξασθαι ἠνέχετο βασιλεὺς ὀ πιστότατος, ἥκειν ἅπαξ πρὸς αὐτὸν τοὺς ἀλιτηρίους κελεύσας.