Ancient Greek · ~2 min
18.19 to 18.20
Gelasius, Historia Ecclesiastica 18.19-20
Not analysed yet
ὁρῶν τοίνυν ὁ θεῖος Ἀθανάσιος ταραττομένην τὴν Ἀλεξάνδρειαν καὶ πᾶσαν τὴν Αἴγυπτον οὐ παρεσιώπησεν, ἀλλὰ φανερὰ διὰ γραμμάτων ταῖς εὐσεβέσιν ἀκοαῖς τοῦ πάντα ἀρίστου καὶ βασιλέως βασιλέως κατέστησεν. Ὡς δὲ ἔγνω ὁ βασιλεὺς διεστράφθαι τὸν Ἄρειον, πάλιν αὐτὸν ἐπὶ τὴν Κωνσταντινούπολιν ἀχθῆναι προσέταξε, δώσοντα λόγον, ὧν ἀνακαινιεῖν πάλιν ἐτόλμησε, γράψας αὐτῶ καὶ σὺν αὐτῷ ἐπιστολὴν τῆς κατ’ αὐτῶν ἀγανακτήσεως γέμουσαν. τὰ δὲ γραφέντα ἐστὶ ταῦτα· Ἐπιστολὴ τοῦ θεοφιλεστάτου βασιλέως Κωνσταντίνου πρὸς Ἄρειον καὶ Ἀρειανούς.