Ancient Greek · ~2 min
ΛΟΓΟΣ Γ, Chapter 18
Gelasius, Historia Ecclesiastica 18.18
Not analysed yet
ἐν δὲ τῷ παρεῖναι τὸν Ἀθανάσιον κατὰ τὴν Ἀλεξάνδρειαν καὶ συγκροτεῖσθαι κατὰ τὰς βασιλικὰς κελεύσεις καὶ τὰς τῶν ὀρθοδόξων ἐπισκόπων τῶν εἰς τὰ ἐν Ἱεροσολύμοις ἐγκαίνια συναχθέντων προστάξεις <τὴν σύνοδον>, ἀπαντᾷ τὰ κατὰ Ἄρειον, καὶ πολλή τις ἠν τοῦ πλήθους συνέλευσις καὶ ἐλπὶς ἐπὶ ταλαντευομένῃ ἐκβάσει περιαγομένη, μάλιστα πάντων ὁρώντων τὰ τοσούτοις καὶ τηλικούτοις ἐπισκόποις συμφώνως δόξαντα καὶ κριθέντα πάλιν διασκυλλόμενα.