Ancient Greek · ~2 min
ΛΟΓΟΣ Bݲ, Chapter 18
Gelasius, Historia Ecclesiastica 18.4
Not analysed yet
εἰ οὖν ἡ σοφία τοῦ θεοῦ ἐστιν ἡ ἐν Σολομῶντι, πῶς κρίνει τὸν κόσμον μὴ εἰδυῖα ἀνδρὸς ὁδοὺς ἐν νεότητι; καὶ πῶς τοῦτο ἀληθές, ὅτι ὁ ποιήσας τὸν ἄνθρωπον κατ’ εἰκόνα θεοῦ, τοῦτ ἔστιν ὁ υἱὸς τοῦ θεοῦ, καθώς φησι Μωσῆς ὁ προφήτης ἔτι δὲ καὶ Ἰωάννης ὁ εὐαγγελιστὴς »πάντα δι᾿ αὐτοῦ, φησίν, ἐγένετο« οὐκ ἐπίσταται ὁδοὺς ἀνδρὸς ἐν νεότητι;