Ancient Greek · ~4 min
18.5 to 18.8
Gelasius, Historia Ecclesiastica 18.5-8
Not analysed yet
»ὁ πλάσας κατὰ μόνας τὰς καρδίας αὐτῶν, ὁ συνιεὶς εἰς πάντα τὰ ἔργα αὐτῶν, ὁ ἐτάζων καρδίας καὶ νεφροὺς« κατὰ τὸν προφήτην τὸν εἰπόντα· »σὺ ἔγνως τὴν καθέδραν μου καὶ τὴν ἔγερσίν μου· σὺ συνῆκας πάντας τοὺς διαλογισμούς μου, φησίν, ἀπὸ μακρόθεν· τὴν τρίβον μου καὶ τὴν σχοῖνόν μου σὺ ἐξιχνίασας καὶ πάσας τὰς ὁδούς μου προεῖδες«. καὶ ἐν ἑτέρῳ πάλιν »ὁ παιδεύων ἔθνη οὐχὶ ἐλέγξει ὁ διδάσκων ἄνθρωπον γνῶσιν; κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων, ὅτι εἰσὶ μάτατιοι«. ὁ οὖν οὖν ἐπιστάμενος καὶ πάντα προγινώσκων οὐκ ἐπίσταται ὁδοὺς ἀνδρὸς ἐν νεότητι; καὶ πολλὰ ἔστιν εὑρεῖν ἐκ τῶν γραφῶν τὰ ἐλέγχοντα τὴν ἄνοιαν τῶν κακῶς ὑπειληφότων περὶ τοῦ ῥητοῦ τούτου. πῶς γὰρ ὁ διδάσκων ἄνθρωπον γνῶσιν αὐτὸς οὐκ ἐ. πίσταται ὁδοὺς ἀνδρὸς ἐν νεότητι; εὖ ἴσθι οὐν, ὠ φιλόσοφε. ὅτι Σολομὼν κριτικὴν ἔλαβε σοφίαν, ἣν ἐξεῦρε τῇ συνέσει αὐτοῦ ὁ υἱὸς τοῦ θεοῦ, ἣν ηὐτρέπισε τῷ κατ΄ εἰκόνα αὐτοῦ ἀνθρώπῳ συλλογιστικήν.