Ancient Greek · ~2 min
ΛΟΓΟΣ Γ, Chapter 18
Gelasius, Historia Ecclesiastica 18.5-2
Not analysed yet
μαρτυρεῖ μοι γὰρ ὁ πάντων ἔφορος θεός, ὅτι οὔτε >ἐπιγνῶναι αὐτόν, ὅστις ἦν, κατὰ τὴν πρώτην ὄψιν ἠδυνήθην, εἰ μὴ >τῶν ἠμετέρων τινές, ὅστις <ἦν> καὶ τὴν ἀδικίαν, ἣν πέπονθε παρ’ ὑμῶν, >διηγήσαντο πυνθανομένοις. οὕτως τεταπεινωμένον κοὶ κατηφῆ τεθεά- >μεθα τὸν ἄνδραν, ὥστε ἡμᾶς εἰς ἄφατον οἶκτον ἐπ’ αὐτῷ περιπεσεῖν, >γνόντας ἐκεῖνον εἶναι τὸν Ἀθανάσιον, οὗ ἡ ἱερὰ θέα, ἱκανὴ πρὸς τὸ >εἰς τὸν τῶν ὅλων θεὸν σέβας καὶ τοὺς ἐθνικοὺς ἐφελκύσαι, ὅντινά >πάλαι πονηροί τινες ἄνδρες καὶ τῆς εἰρήνης καὶ ὁμονοίας ἀλλότριοι >συκοφαντίαις οὐ ταῖς τυχούσαις περιέβαλλον,