Ancient Greek
18.1 to 18.4
Gelasius, Historia Ecclesiastica 18.1-2-4
Not analysed yet
»Νικητὴς Κωνσταντῖνος Μέγιστος Σεβαστὸς τοῖς ἐν Τύρῳ πάλιν συνελθοῦσιν ἐπισκόποις. Ἐγὼ μὲν ἀγνοῶ, τίνα ἐστὶ τὰ ὑπὸ τῆς ὑμετέρας συνόδου μετὰ τοσούτου θορύβου καὶ χειμῶνος κριθέντα· δοκεῖ δὲ πως ὑπό τινος ταραχώδους ἀνταξίας ἡ ἀλήθεια διεστράφθαι, ὑμῶν δηλαδὴ διὰ τὴν πρὸς τοὺς πλησίον ἐρεσχελίαν ,ἣν ἀήττητον εἶναι βούλεσθε, τὰ τῷ θεῷ ἀρέσκοντα μὴ συνορῶντες. ἀλλ’ ἔστω τῆς θείας προνοίας >ἔργον τὸ τὰ τῆς φιλονεικίας ἤγουν μᾶλλον κακουχίας ὑμῶν δεινὰ >φανερῶς ἁλόντα διασκεδάσαι καὶ ἡμῖν διαρρήδην δεῖξαι, εἴ τινα τῆς >ἀληθείας συνελθόντες αὐτόθι ἐποιήσασθε φροντίδα καὶ εἰ τὰ κεκρι- >μένα χωρίς τινος χάριτος καὶ ἀπεχθείας ἐκρίνατε. τοιγαροῦν >ἠπειγμένως πάντας ὑμᾶς πρὸς τὴν ἐμὴν ἐλθεῖν εὐλάβειαν βούλομαι, >ἳνα τὴν τῶν πεπραγμένων ὑμῖν ἀκρίβειαν δι’ ἑαυτῶν ἐπ’ ἐμοῦ παρα- >στήσητε. τίνος δὲ ἕνεκα ταῦτα γράφαι πρὸς ὑμᾶς ἐδικαίωσα καὶ >ὑμᾶς διὰ τοῦ γράμματος πρὸς ἐμαυτὸν ἐκάλεσα, ἐκ τῶν ἑπομένων >γνώσεσθε. >Ὡς Ἀθανάσιος, ὁ ἐπίσκοπος τῆς κατὰ Ἀλεξάνδρειαν ἐκκλησίας, >ὁ τοῦ θείου νόμου φοιτητής, πρὸς μέ ἐστιν, ὃς εἰσιόντι μοι ἀπὸ >προκέσσου ἐπὶ τὴν ἐπώνυμον ἡμῶν καὶ πανευδαίμονα Κωνσταντι- >νούπολιν πρόσεισιν ἐν μέσῳ τῆς λεωφόρου μετὰ ἑτέρων τινῶν ὡν >παρὶ ἑαυτὸν εἶχε, πενθῶν δὲ καὶ ὀλοφυρόμενος, αἰφνίδιόν τε τὴν >προέλευσιν ἐποιήσατο οὕτως, ὥστε καὶ ἐκπλήξεως ἀφορμὴν ἡμῖν >παρασχεῖν.