Ancient Greek
ΛΟΓΟΣ Γ, Chapter 19
Gelasius, Historia Ecclesiastica 19.10
Not analysed yet
ὢ δεινῆς ἀναιδείας, ἣν σπουδῇ τῆς ἀληθείας ἀπε- >λέγξαι προσῆκεν. ὅ γὰρ αὐτῷ καθ᾿ ἡδονὴν ἐτύγχανεν ὄν, τοῦτο τῇ >συντομίᾳ τῆς φράσεως ἀπετυπώσατο. τί φής, ἄτοπε; διάστασιν εὐ- >πρόσωπον ἡμῖν τὸ σαθρὸν τῆς κατ᾿ ἐμὲ ἀγρίας σου διανοίας ἐπιτει- >χόζειν μηχανᾷ; καὶ τοὺς ἐπὶ κακῷ σοι προσπλακέντας ἀπολέσαι σπεύ- >δεις; »τί οὖν«, φής, »πράξω, εἰ μηδεὶς ἄξιον ἡγεῖταί με δέξασθαι«;