Ancient Greek · ~4 min
19.11 to 19.13
Gelasius, Historia Ecclesiastica 19.11-13
Not analysed yet
>τοῦτο γὰρ πολλάκις ἐκ τῆς ἀνοσίας φάρυγγος ἐκβοᾷς· ἐγὼ δὲ τοὐ- >ναντίον ἔρομαί σε· ποῦ δὲ σαφὲς γνώρισμα καὶ μαρτύριον τῆς σεαυτοῦ >διανοίας ἐπεδείξω; ἣν ἐχρῆν σε διαπτύξαντα καὶ τοῖς θείοις καὶ τοῖς >ἀνθρωπίνοις σαφῆ καταστῆσαι, καὶ μάλισθ᾿ ὅτι τὰ ἰοβόλα τῶν ἑρπε- πῶν τὸ τηνικαῦτα μᾶλλον ἀγριαίνειν πέφυκεν, ὅταν ἑαυτὰ τοῖς τῶν >φωλεῶν μυχοῖς ἐνηδρυνθέντα αἴσθηται. >Ἐκεῖνο δέ γε λίαν ἀστεῖον αὐιοῦ τὸ σπουδαίως εὖ μάλα καθά- >περ ὑπό τι προσωπεῖον αἰδοῦς σιγὴν πλάττεσθαι. τῇ μὲν τοῦ σχή- >ματος τέχνῃ τιθασσὸν σεαυτὸν καὶ χειροήθη σύ γε παρέχεις, κακῶν >δὲ μυρίων καὶ ἐπιβουλῶν ἔνδον γέμων τοὺς πολλοὺς λέληθας. ἀλλ᾿ >ὢ τῆς ἀθλιότητος· ὡς ὁ πονηρὸς βεβούληται, οὕτως Ἄρειον ἡμῖν >ἀνομίας ἐργαστήριον κατεστήσατο. λέγε δὴ νῦν μοι παρελθὼν τῆς >σεαυτοῦ πίστεως τὸ γνώρισμα κοὶ μηδαμῶς γε ἀποσιωπήσῃς, ὠ τὸ >μὲν στόμα διάστροφον τὴν δὲ φύσιν ὀξύρροπον πρὸς πονηρίαν >κεκτημένε· »ἕνα λέγεις θεόν«; σύμψηφον ἔχεις κἀμέ, οὕτω >αὐτοῦ ἄναρχον καὶ ἀτελεύτητον λόγον λόγον εἰναι« φής; στέργω τοῦτο·