Ancient Greek · ~3 min
19.16 to 19.18
Gelasius, Historia Ecclesiastica 19.16-18
Not analysed yet
εἰκότως ἄρα σε ὁ >πονηρὸς τῇ ἑαυτοῦ κατεστρέψατο κακίᾳ καὶ τοῖς μὲν ἴσως ἡδὺ τὸ τοι- >οῦτον εἶναι δοκεῖ (οὕτω γὰρ σεαυτὸν πέπεικας), ἔστι δὲ πάντη >ὀλέθριον τὸ κακόν. φέρε δή, τῆς ἐν τοῖς ἀτοπήμασι διατριβῆς ἀπαλ- >λαγεὶς ἄκουε, ὠ δαιμόνιε Ἄρειε· σοὶ γὰρ διαλέγομαι. τῆς ἐκκλησίας >δήπου τοῦ θεοῦ ἀποΚεκηρυγμένος οὐκ αἰσθάνῃ; ἀπόλωλας, εὖ ἴσθι >ἐὰν μὴ βλέψας εἰς σεαυτὸν τὴν παροῦσάν σοι κατακρίνῃς ἄνοιαν >ἀλλ᾿ ἐρεῖς, ὡς ὄχλοι συμπράττουσί σοι καὶ τὰς φροντίδας >ἀπελαφρύνουσιν. >Ἄκουε οὖν δὴ μικρὸν ὑποσχὼν τὰ ὦτα, ὦ ἀνόσιε Ἄρειε, καὶ >σύνες τὴν σεαυτοῦ ἅνοιαν. σὺ δέ, ὠ πάντων κηδεμὼν θεός, >νὴς εἴης τῷ λεγομένῳ, εἰ πίστεως ἔχοιτο. ἐγὼ γὰρ ὁ σὸς >ἵλεω ἔχων τὴν παρὰ σοῦ προμήθειαν καὶ ἐξ Ἑλληνικῆς καὶ ἐκ >μαΐῆς γραφῆς πάνυ ἀρχαιοτάτης σαφῶς ἀποδείξω τὴν >πρὸ τρισχιλίων που ἐτῶν ὑπὸ τῆς Ἐρυθρᾶς προρρηθεῖράν >προφημισθεῖσαν.