Ancient Greek · ~2 min
ΛΟΓΟΣ Γ, Chapter 19
Gelasius, Historia Ecclesiastica 19.15-2
Not analysed yet
εἰ τοίνυν σὺ ἀφαιρεῖς μὲν >ἀπ᾿ ἐκείνου, ἀφ’ οὗ χωρισθῆναι οὐδὲ διανοίᾳ τῶν ἐρεσχελούντων >δεδύνηται οὐδεπώποτε οὐδέν, προσθήκης δὲ χαρακτῆρας εἰδοποιεῖς >καὶ ὅλως γνωρίσματα ζητήσεων διορίζεις ἐκείνῳ ᾧ ὁλόκληρον μὲν >ἐξ ἑαυτοῦ τὴν ἀϊδιότητα δέδωκεν, ἀδιάφθορον δὲ τὴν ἔννοιαν, >ἀθανασίας τε δι’ ἑαυτοῦ καὶ ἐκκλησίας ἔνειμε πίστιν, κατάβαλε οὖν δή, >κατάβαλε τὸ εὔηθες τοῦτο ἀνόμημα. ὡ ἀστεῖε σὺ κοὶ εὔφωνε καὶ τὰ >κακὰ πρὸς ἀπιστίαν τῶν ἀνοήτων ἐξᾴν.