Ancient Greek · ~2 min
19.26 to 19.28
Gelasius, Historia Ecclesiastica 19.26-28
Not analysed yet
δι’ αὐτὸν προφῆται, δι᾿ αὐτὸν ἀπόστολοι, δι’ αὐτὸν μάρτυρες· προφῆται διὰ τὸν προφητευθέντα, ἀπόστολοι διὰ τὸν ἀπεσταλμένον οἰκονομικῶς, μάρτυρες διὰ τὸν πρωτομάρτυρα. ἦλθε θεὸς ἐπὶ γῆς ὁ υἱός. σαρκὶ κρύψας, ὡς βουλήθη, τὸ τῆς αὐτοῦ θεότητος μέγεθος, οὐκ ἐρημώσας τὰ ἐν οὐρανοῖς οὐδὲ γὰρ πρὸ τοῦ σαρκωθῆναι ἔρημος αὐτοῦ ὁ κόσμος). θεὸς ἠν καὶ ἔστι, γέγονε καὶ ἄνθρωπος δι᾿ οἰκονομίαν, σαρκωθεὶς καὶ τεχθεὶς ἐκ παρθένου δι’ οἰκείαν φιλανθρωπίαν. ἄξιον ἄξιον καὶ ἴσον υἱὸν ἐγέννησεν ὁ πατήρ, ὡς οἶδεν ὁ γεννήσας αὐτὸν θεὸς καὶ πατὴρ καὶ ὁ ἐξ αὐτοῦ γεγννημένος υἱός, ὠ φιλόσοφε.