Ancient Greek · ~2 min
ΛΟΓΟΣ Bݲ, Chapter 19
Gelasius, Historia Ecclesiastica 19.25
Not analysed yet
ἐκρατήθη σαρκί, ἵνα καὶ ἡ σὰρξ διὰ τῆς πρὸς αὐτὸν ἀτρέπτου ἑνώσεως ἐλευθερωθῇ τοῦ θανάτου, ἀόρατος ἐν ὁρατῷ, ἵνα ὑπομείνῃ τὰ ὁρώμενα, ὡς ἄνθρωπος ὑπὸ χρόνον, ἀλλ᾿ ἀληθείᾳ κατἀμφότερα θεὸς καὶ ἄνθρωπος, ἄνθρωπος καὶ θεὸς ὁ αὐτός· εἶς γὰρ ἐξ ἀμφοῖν Χριστός νοουμένης καὶ γνωριζομένης τῆς διαφορᾶς τῶν οὐσιῶν τῆς τε θεότητος αὐτοῦ καὶ τῆς σαρκός· θεὸς ἠν καὶ ἔστι, γέγονεν ἄνθρωπος δι᾿ οἰκονομίαν.