Ancient Greek · ~2 min
19.28 to 19.29
Gelasius, Historia Ecclesiastica 19.28-29
Not analysed yet
ὁ γὰρ >ἀναίσχυντος οὗτος καὶ ἀχρεῖος, ὁ ἐπ’ ἄκρον μοχθηρίας τε καὶ ἀν- >μίας ὁμοίως ἐληλακὼς εὐλάβειαν σκήπτεται. »ἄπαγε«, φησίν, ''οὐ >βούλομαι τὸν θεὸν ἐγὼ ὕβρεων πάθει δοκεῖν ἐνέχεσθαι· καὶ διὰ >τοῦτο ὑποτίθεμαι καὶ πλάττω θαυμάσιά γε τῇ πίστει, ὡς ὁ θεὸς >νεογενῆ καὶ νεόκτιστον οὐσίαν Χριστοῦ ποιησάμενος βοήθειαν ἑαυτῷ >παρεσκευάσατο, ὥς γέ μοι δοκεῖ· ὃ γὰρ ἄν, φησίν, ἀπ’ αὐτοῦ ἀφέλης, >τοῦτο ἔλαττον πεποίηκας«.