Ancient Greek · ~2 min
ΛΟΓΟΣ Γ, Chapter 19
Gelasius, Historia Ecclesiastica 19.30
Not analysed yet
εἶτα, ὠ λυμεὼν κοὶ ὄλεθρε, σοὶ τοῦτ᾿ >ἔστι πίστις; σὺ καθ’ ὑπόθεσιν καὶ πλάσμα λαμβάνεις τὸν τὰ πλάσ- >ματα τῶν ἐθνῶν κατακρίναντα, σὺ ἐπείσακτον καλεῖς καὶ ὡσπερεὶ >καθηκότων ὑπηρέτην τὸν ἄνευ ἐνθυμήσεως καὶ λογισμοῦ τῷ συνυπ- >άρχειν τῇ τοῦ πατρὸς ἀιδιότητι πάντα διανύσαντα; ἐφάρμοσον νῦν. >εἰ δὴ τολμᾷς, ἐφάρμοσον, φημί, τῷ θεῷ καὶ τὸ εὐλαβεῖσθαι καὶ τὸ >ἐλπίζειν τὸ ἐκβησόμενον, ἔτι δὲ τὸ ἐνθυμεῖσθαι τὸ λογίζεσθαι τὸ >σκεπτόμενον γνώμην ἀποφαίνεσθαι καὶ διαρθροῦν καὶ ὅλως τὸ τερ- >πεσθαι τὸ γελᾶν τὸ λυπεῖσθαι.