Ancient Greek · ~2 min
ΛΟΓΟΣ Γ, Chapter 19
Gelasius, Historia Ecclesiastica 19.33
Not analysed yet
ὡ πατροκτόνε τῆς ἐπιεικείας σύ, λόγισαι δὴ οὖν ἐκ σαυτοῦ >τεκμαιρόμενος καὶ ἐνθυμήθητι, εἰ ἁμάρτημα εἶναι δοκεῖ τὸ ἐν Χρίστῳ >παρεῖναι τὸν θεόν. ἐκεῖνος μὲν οὐν κατεῖδε τὴν ἀτιμίαν τοῦ λόγου >καὶ τὴν τιμωρίαν οὐ βραδέως ἐπήγαγε. χωρὶς δὲ τούτων καθ’ >ἑκάστην δήπουθεν ἡμέραν ἁμαρτήματα ἐν τῷ κόσμῳ γίνεται· καὶ ὅμως >ὁ θεὸς πάρεστι καὶ τὰ τῆς δίκης οὐχ ὑστερίζει. τί οὖν παρὰ τοῦτο >ἐλαττοῦται εἰς τὸ μέγεθος τῆς αὐτοῦ δυνάμεως, εἰ τὰ πανταχοῦ >διαισθάνεται; οὐδέν, οἶμαι.