Ancient Greek · ~2 min
ΛΟΓΟΣ Γ, Chapter 19
Gelasius, Historia Ecclesiastica 19.32
Not analysed yet
»ὁ Χριστός«, >φησί, »δι’ ἡμᾶς πέπονθεν«. ἀλλ’ ἤδη φθάσας ἔγωγε εἶπον, ὡς μορφὴ >σώματος ἀπεστάλη. »ναί«, φησίν, »ἀλλὰ δέος μὴ δόξωμεν κατά τι >ἐλαττοῦν«. εἶτα, ὦ τῶν θηρίων μεσίτα, ταῦτα λέγων οὐ μαίνῃ καὶ >σαφῶς λυττᾷς; ἰδοὺ γὰρ δὴ ὁ κόσμος αὐτὸς μορφή, ἤγουν σχῆμα >τυγχάνει ὤν, κοὶ οἱ ἀστέρες γε χαρακτῆρας προβέβληνται, καὶ ὅλως >τὸ πνεῦμα τοῦ σφαιροειδοῦς τούτου κύκλου εἶδος τῶν ὄντων >τυγχάνει ὂν καὶ ὥσπερ μόρφωμα. καὶ ὅμως ὁ θεὸς πανταχοῦ πάρεστι. >ποῦ τοίνυν εἰσὶν ἐν τῷ θεῷ αἱ ὕβρεις; ἢ κατὰ τί θεὸς ἐλαττοῦ- >ται;