Ancient Greek
ΛΟΓΟΣ Γ, Chapter 19
Gelasius, Historia Ecclesiastica 19.35
Not analysed yet
>Ἀλλὰ γὰρ σὺ κατὰ σεαυτὸν ἐννοῶν φαίνῃ. ὢ τῆς μανίας λίαν· >περίτρεψον νῦν εἰς τὴν σαυτοῦ ἀπώλειαν τὸ τοῦ διαβόλου ξίφος. >ὁρᾶτε δή, πάντες ὁρᾶτε, ὡς γοερὰς ἤδη προίσχεται φωνὰς τῷ τοῦ >ἔχεως ἐνισχημένας δήγματι, ὡς αἱ φλέβες αὐτοῦ καὶ σάρκες τῷ ἰῷ >ἐγκατειλημμέναι, δεινὰς ἀνακινοῦσιν ὀδύνας, ὡς διερρύηκεν αὐτοῦ τὸ >σῶμα πᾶν κατισχνωθέν —αὐχμοῦ τε καὶ ῥύπου καὶ θρήνων καὶ >ὠχριάσεως καὶ φρίκης καὶ μυρίων τε γέμει κακῶν καὶ δεινῶς κατέσκληκεν -->ὡς εἰδεχθὲς καὶ κατάρροπον τὸ τῆς κόμης δάσος, ὡς ὅλος ἡμιθνὴς >καὶ ἐξασθενῶν ἤδη τὸ βλέμμα, ὡς ἄναιμον τὸ πρόσωπον καὶ ὐπὸ >μερίμνης ἐκτετηκός, ὡς ὁμοῦ πάντα εἰς αὐτὸν συνδραμόντα οἶστρος >μανία τε καὶ ματαιότης, διὰ τὸ χρόνιον τοῦ πάθους ἄγριόν τε καὶ >θηριώδη πεποιήκασιν.