Ancient Greek · ~4 min
19.36 to 19.38
Gelasius, Historia Ecclesiastica 19.36-38
Not analysed yet
αὐτίκα οὐδὲ ἐπαισθανόμενος οὗ δὴ κακοῦ >τυγχάνει ὢν »αἴρομαι«, φησίν, »ὑφ’ ἡδονῆς καὶ πηδῶ γε σκιρτῶν ὑπὸ >χαρᾶς καὶ πτεροῦμαι«. καὶ πάλιν νεανικῶς γε λίαν »εἶεν«, φησιν, >»ἀπωλόμεθα«. τοῦτο μέν γε καὶ ἀληθές ἐστι· σοὶ γὰρ μόνῳ ἡ κακία >τὰς παρ’ ἑαυτῆς σπουδὰς δαψιλῶς κεχορήγηκε, καὶ ὃ πολλῆς ἐώνητο >τιμῆς, τοῦτό σοι ῥᾷστα δεδώρηται. φέρε δὴ νῦν εἰπέ, ποῦ τὰ σεμνά >σού ἐστι παραγγέλματα; ἀπόνιψαι δῆτα τῷ Νείλῳ σαυτὸν, εἰ οἶόν τε, >ὠ ἀτόπου γέμων ἄνθρωπε ἀναισθησίας· καίτοι σύ γε οἰκουμένην >ἅπασαν τοῖς αὑτοῦ ἀσεβήμασι διαταράξαι ἐσπούδακας. ἀρά γε συν- >ίης ὡς ἅπαντα ἤδη ὁ τοῦ θεοῦ ἄνθρωπος ἐγὼ ἐπίσταμαι; ἀλλὰ >γὰρ ἀπορῶ, πότερον μένειν ἢ ἀπιέναι δεῖ· οὔτε γὰρ βλέπειν εἰς τοῦτον >ἔτι δύναμαι, καὶ τὴν ἁμαρτίαν ἐπαισχύνομαι ὠ Ἄρειε. ἡμᾶς μὲν εἰς >φῶς κατέστησας, σαυτὸν δὲ εἰς σκότος, ὠ ταλαίπωρε, κατέβαλες. >τοῦτό σοι τῶν πόνων πέφηνε τὸ τέλος.