Ancient Greek · ~2 min
ΛΟΓΟΣ Γ, Chapter 19
Gelasius, Historia Ecclesiastica 19.40
Not analysed yet
οὐδὲ γὰρ δὴ ὑπὸ σοῦ λοιπὸν ἐξαπατηθήσονται ἐπὶ >πονηρᾷ συνειδήσει κατεγνωσμένου, οὐδ’ ἀνέξονται τέλεον ἀπολέσθαι >ταῖς μιαραῖς σου ζητήσειν ἐμπλακέντες. σαφῆ καὶ γνώριμα πᾶσι >πρὸς γοῦν τὸν ἑξῆς χρόνον τὰ σά ἐστι σοφίσματα· καὶ οὐδὲ >αὐτὸς ἀνῦσαί τι δυνήσῃ, ἀλλὰ μάτην σχηματιῇ, ἐπιείκειάν τε καὶ >πραότητα λόγων καθυποκρινόμενος ἁπλότητος ὡς εἰπεῖν >προσωπεῖον ἔξωθεν περιτιθέμενος. μάταιον σου τὸ ὅλον τέχνασμα· >αὐτίκα γάρ σε ἡ ἀλήθεια περιστήσεται, αὐτίκα σου τὰς φλόγας ὀ >τῆς θείας δυνάμεως ὡς εἰπεῖν ὄμβρος ἀποσβέσει.