Ancient Greek · ~2 min
ΛΟΓΟΣ Γ, Chapter 19
Gelasius, Historia Ecclesiastica 19.39
Not analysed yet
Ἀλλ᾿ ἐκεῖσε πάλιν ἐπάνειμι· πλῆθος εἶναι φὴς τῶν περὶ σὲ ἁλω- >μένων. εἰκός οἶμαι, καὶ δέχου γε τούτους, δέχου φημί· λύκοις γὰρ >ἑαυτοὺς καὶ λέουσι βρωθησομένους ἐκδεδώκασι. πλὴν ἀλλὰ καὶ του- >των ἕκαστος προσθήκῃ κεφαλαίων δέκα καὶ τελέσμασι τούτων πιεσθεὶς >αὐτίκα δὴ μάλα ἱδρώσει ἐὰν μὴ τὴν ταχίστην ἐπὶ σωτήριον >δραμὼν ἐκκλησίαν τὴν τῆς ἀγάπης εἰρήνην τῷ φίλτρῳ τῆς ὁμονοίας >ἐπανέληται.