Ancient Greek · ~2 min
ΛΟΓΟΣ Aݲ, Chapter praef
Gelasius, Historia Ecclesiastica 2
Not analysed yet
πάντα τὰ ἐν ἐκείνῃ τῇ ἐναρέτῳ καὶ ἁγίᾳ συνόδῳ λεχθέντα τε καὶ πραχθέντα καὶ διατυπωθέντα πάλαι τε καὶ πρόπαλαι ἀναγνοὺς ἔτι ἐν τῇ πατρῴᾳ οἰκίᾳ διάγων, εὑρηκὼς αὐτὰ ἐν βίβλῳ ἀρχαιοτάτῃ ἐγγεγραμμένα ἐν μεμβράναις ἅπαντα ἀπαραλείπτως ἐχούσαις, γενομέναις μὲν τοῦ θείου καὶ ἀοιδίμου Δαλματίου τοῦ ἀπχιεπισκόπου γενομένου τῆς ἀγίας καὶ καθολικῆς ἐκκλησίας τῆς τῶν Κυζικηνῶν λαμπρᾶς μητροπόλεως, περιελθούσαις δὲ είς τὸν τοῦ ποτε ἡμετέρου οἴκου δεσπότην, λέγω δὴ τὸν κατὰ σάρκα πατέρα ἐμόν, τῆς αὐτῆς ἁγιωτάτης ἐκκλησίας πρεσβυτερίου ἠξιωμένον·