Ancient Greek · ~1 min
ΛΟΓΟΣ Γ, Chapter 2
Gelasius, Historia Ecclesiastica 2.2-2
Not analysed yet
τοὺς δὲ κατὰ πόλιν ἐπισκόπους ἐπὶ τὰς τῶν ἐκκλησιῶν οἰκοδομὰς διήγειρε, καὶ οὐ γράμμασι μόνοις ἐπὶ τοῦτο προτρέπων, ἀλλὰ καὶ χρήματα φιλοτίμως δωρούμενος καὶ τὰ τῆς οἰκοδομῆς δαπανήματα ἅπαντα χορηγῶν. δηλοῖ δὲ καὶ τὰ γραφέντα παρ’ αὐτοῦ, τοῦτον ἔχοντα τὸν τρόπον· Ἐπιστολὴ τοῦ βασιλέως Κωνσταντίνου πρὸς Εὐσέβιον τὸν Παμφίλου περὶ τῆς τῶν ἐκκλησιῶν οἰκοδομῆς.