Ancient Greek · ~2 min
ΛΟΓΟΣ Bݲ, Chapter 2
Gelasius, Historia Ecclesiastica 2.5
Not analysed yet
τέλος ὡς ἐνεῖδεν ἐπὶ τὸ χεῖρον τὸ κακὸν προϊέναι, σύνοδν τῶν ὑπ᾿ αὐτὸν ἐπισκόπων συστησάμενος καὶ καθελὼν τὸν Ἄρειον, διδωσιν εἰς τοὺς συλλειτουργοὺς τὴν ὑπόθεσιν ὁ Ἀλέξανδρος, πλατύτερόν τε τὰ κατὰ τὸν Ἄρειον ἐκτεθεικὼς σπουδήν τε ἐνιεὶς πρὸς ἀναίρεσιν τῆς αἱρέσεως, εἰς παρασκευὴν τῆς διαγνώσεως αὐτοὺς ἑτοιμάζεσθαι παρακελεύεται, γράψας πρὸς αὐτοὺς τοιάδε· Καθαιρετικὸν Ἀρείου καὶ τῶν σὺν αὐτῷ διαπεμφθὲν Ἀλεξάνδρου ἐπισκόπου τοῖς ἁπανταχοῦ ἐπισκόποις·