Ancient Greek · ~3 min
2.1 to 2.4
Gelasius, Historia Ecclesiastica 2.1-2-4
Not analysed yet
Ὁ γὰρ πρεσβύτερος ἐκεῖνος, ὃν ἔφαμεν τῆς τοιᾶσδε ἠξιῶσθαι τιμῆς ὑπὸ Ἀλεξάνδρου τοῦ ἐπισκόπου Ἀλεξανδρείας, Ἄρειος τοὔνομα, ἀνὴρ προσχήματι μᾶλλον εὐσεβὴς τὰ δὲ ἄλλα δόξης καὶ κενότητος θερμὸς ἐραστής, ἤρξατο προφέρειν τινὰ ξένα περὶ τῆς εἰς Χριστὸν πίστεως, ἃ τοῖς ἔμπροσθεν χρόνοις οὐδεὶς πώποτε ἐζήτησεν ἢ παρεισήνεγκεν· ἐπιχειρήσας τὸν μονογενῆ κύριον ἡμῶν Ἰησοῦν Χριστὸν διελεῖν τῆς τοῦ πατρὸς ἀρρήτου καὶ ἀιδίου θεότητος, πολλῆς κατὰ τὴν ἐκκλησίαν παραίτιος ταραχῆς γέγονεν. ἀλλὰ δὴ τοῦ Ἀλεξάνδρου πραότητι φύσεως τὸν Ἄρειον ἐπὶ τὸ ἄμεινον θέλοντος μεταβαλεῖν Πρεπούσαις παραινέσεσι, μηδέπω δὲ κρίνοντος ἀποφάσει χρήσασθαι τέως, ἐπινέμεσθαι διὰ τοῦτο πολλοὺς τὴν λοιμικὴν περίστασιν τῆς αἱρέσεως γέγονεν, ἔπειτα ὡς ἀπὸ μικροῦ σπινθῆρος μέγα πῦρ ἐξαφθῆναι. ἀρξάμενον δὲ τὸ κακὸν ἀπὸ τῆς Ἀλεξανδρέων ἐκκλησίας καὶ κατὰ πόλεις ἄλλας καὶ ἐπαρχίας διέτρεχε.