Ancient Greek · ~2 min
20.2 to 20.3
Gelasius, Historia Ecclesiastica 20.2-3
Not analysed yet
μίαν καὶ τὴν αὐτὴν ὲ́χει ἔννοιαν περὶ τοῦ ἑνὸς κυρίου, ταῦτά ἐστι τοῦ θεοῦ τοῦ καὶ πρωτόκτιστον κτίσαντος, εἰς ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, ὃν καὶ υἱὸν αὐτοῦ προσηγόρευσε τοῦ καὶ κτίσαντος δι’ αὐτοῦ ὡς δι᾿ ἐργαλείου χώρας καὶ ἀοικήτους. εἰ γὰρ καὶ ἡ κτιστὴ τοῦ θεοῦ σοφία, τοῦτ’ ἔστιν ὁ υἱός, ἐργάζεται, ἀλλ᾿ ὁ θεὸς ἦν ὁ κτίζων δι’ αὐτοῦ τὰ μὴ ὄντα ὡς δι᾿ ἐργαλείου. ἀπόκρισις τῶν ἁγίων ἐπισκόπων διὰ τοῦ αὐτοῦ ἐπισκόπου Εὐσεβίου τοῦ Παμφίλου·