Ancient Greek · ~2 min
ΛΟΓΟΣ Bݲ, Chapter 20
Gelasius, Historia Ecclesiastica 20.4
Not analysed yet
πολὺ διαστήκων τῆς βασιλικῆς λεωφόρου, τοῦτ’ ἔστι τῆς ἀποστολικῆς πίστεως, ἔξω που ταύτης φέρεσθαι ἀνέχῃ κρημνίσαι σεαυτὸν ἅπαξ ἑλόμενος καὶ μικρὸν ἀνανεύσας ἐκ τοῦ περιέχοντός σε τῆς ἀσεβείας βυθοῦ, ὅταν ἤκουσας παρὰ τῆς ἁγίας συνόδου ταύτης τὴν προφητείαν τοῦ μεγάλου Ἱερεμίου δακτυλοδεικτοῦντος, ὡς ἂν εἴποι τις, καὶ λέγοντος »οὗτος ὁ θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτὸν‘ καὶ τὰ ἑξῆς.