Ancient Greek · ~2 min
ΛΟΓΟΣ Bݲ, Chapter 21
Gelasius, Historia Ecclesiastica 21.22
Not analysed yet
ἀλλ᾿ ἐπειδή σε πρὸς τὴν ἀλήθειαν βλέπειν ἐθέλομεν καὶ τοῦτο εὐχόμεθα, παραινοῦμέν σου τῇ συνέσει ἄρξασθαι πίστει νοεῖν τὴν ἄκτιστον φύσιν ἐκείνην καὶ ἄτρεπτον, καὶ μὴ ἀνθρωπίνοις λογισμοῖς, ὡς πολλάκις εἰρήκαμεν, πολυπραγμονεῖν κατατόλμα τὰ ὑπὲρ νοῦν, μηδὲ ταῖς κακοδόξοις καὶ ἀσεβέσιν ἐννοίαις Ἀρείου συμφύρεσθαι ἐπὶ πλεῖστον ὅσον ἀνέχου φιλόσοφος ὤν, ὡς φής, φιλόσοφε, ἀλλὰ δέχου πιστῶς, ὡς ἀτρίως εἰρήκαμεν, τά τε νῦν ῥηθέντα σοι τά τε μέλλοντα ῥηθήσεσθαι.