Ancient Greek · ~5 min
21.17 to 21.21
Gelasius, Historia Ecclesiastica 21.17-21
Not analysed yet
τοίνυν καὶ περὶ τῆς τοῦ ἁγίου πνεύματος δεποτείας καὶ δέχου καὶ τὰς περὶ αὐτοῦ μαρτυρίας, πιστεύων ὅτι τῆς αὐτῆς θεότητος καὶ οὐσίας καὶ τοῦ αὐτοῦ χρήματος τὸ πνεῦμα τὸ ἅγιον, οὑπερ ὁ πατὴρ κοὶ ὁ υἱός, συνυπάρχον ἀεὶ τῷ πατρὶ καὶ τῷ υἱῷ. ἀκούεις, φιλόσοφε; ἀπόκρισις τοῦ φιλοσόφου πρὸς τοὺς ἁγίους ἡμῶν πατέρας· οὐκοῦν, καθώς φατε καὶ αἱ μαρτυρίαι δὲ τῶν γραφῶν ὡν παρηγάγετε δηλοῦσι, θεολογεῖν δεῖ καὶ τὸ πνεῦμα τὸ ἅγιον· καί μοι δοκεῖ βεβιασμένην εἶναι τὴν ἔννοιαν, εἰ μὴ τὰ τῶν γραφῶν ὑφ᾿ ὑμῶν παρήχθη. πλὴν τὸ μὲν περὶ Ἐλιοὺμ τοῦ Βουζανίτου σαφὴς ἡ ἀπόδειξις, περὶ δὲ τῆς ῥηθείσης ἀναλήψεως Μωσέως περὶ ἡς ἀρτίως εἰρήκατε οὐδὲ ἀκηκόειν ποτὲ εἰ μὴ νῦν· ὅθεν αἰτῶ ὑμᾶς σαφεστέραν μοι τῶν λεχθέντων παραστῆσαι τὴν σύστασιν. οὐδὲ γάρ μοι αὐτάρκη τὰ ἤδη παρ’ ὑμῶν λεχθέντα πρὸς ἐντελεστάτην πληροφορίαν περὶ τοῦ πνεύματος, λευκοτέρας <δὲ> φράσεως καὶ γενναιοτέρας ἡ ὑπόθεσις. οὐ γὰρ περὶ τῶν τυχόν- των ἡ ζήτησις. ἀπόκρισις τῶν ἁγίων ἡμῶν πατέρων διὰ τοῦ νζ΄ αὐτοῦ ἐπισκόπου Λεοντίου πρὸς τὸν φιλόσοφον· πολλῆς οὔσης τῆς τῶν εἰσηγηθέντων σοι ἀποδείξεως καὶ ἐναργεστάτων τῶν μαρτυριῶν τῶν ἐκ τῶν θείων γραφῶν πεῖσαί σε δυναμένων περὶ τῆς προκειμένης ὑποθέσεως, ὠ φιλόσοφε, θαυμάζομεν, πῶς τοσαύτης συνέσεως δοκῶν ἔμπλεως εἶναι ἔτι ἀμφιβάλλεις.