Ancient Greek · ~2 min
ΛΟΓΟΣ Bݲ, Chapter 21
Gelasius, Historia Ecclesiastica 21.24
Not analysed yet
καθά φησιν ὁ θεῖος ἀπόστολος Παῦλος »εἴ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὑτος οὐκ ἔστιν αὐτοῦ‘ καὶ ἀλλαχου ὁ αὐτὸς ὁ δὲ κύριος τὸ πνεῦμά ἐστι« καὶ πάλιν »διαιρέσεις δὲ χαρισμάτων εἰσί, τὸ δὲ αὐτὸ πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ὁ δὲ αὐτὸς θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι« καὶ μετ΄ οὐ πολλὰ πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα.