Ancient Greek · ~7 min
21.25 to 21.30
Gelasius, Historia Ecclesiastica 21.25-30
Not analysed yet
διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται«. ἰδού, ὠ φιλόσοφε, σαφεστάτη καὶ τρανοτέρα ἀπόδειξις θεολογοῦσα τὸ πνεῦμα τὸ ἅγιον, δεικνύουσα αὐτοῦ τὴν αὐτεξουσι΄τητα. ὅρα πῶς ὡδε λέγει »διαιρέσεις δὲ ἐνερημάτων εἰσίν, ὁ δὲ αὐτὸς θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι« καὶ τὸ »πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται«. καὶ ὁ κύριος δὲ ἐν εὐαγγελίοις, ὡς οἶσθα, σαφῶς διαλεγόμενος πρὸς τὴν Σαμαρείτιδα, τί φησι; »πνεῦμα ὁ θεος«. εί οὐν πνεῦμα ὁ θεός, πάντως θεὸς καὶ τὸ πνεῦμα· ἀλλ᾿ οὐκ ἄλλος καὶ ἄλλος, ἀλλὰ μία θεότης τῶν θατέρων προσώπων κατὰ τὴν τῶν ὑποστάσεων ἔννοιαν. ἀλλὰ πρόσωπον ἀκούοντες, μὴ ἀνθρωπόμορφον τὸ θεῖον ὑπολάβωμεν. ἀσύνθετον γὰρ καὶ ἀσχημάτιστον, καθὼς καὶ ἐν ἀρχῇ τῶν λόγων καὶ αὐτὸς ὡς καὶ ἡμεῖς καθωμολόγησας. κα γὰρ καὶ ὁ οὐρανὸς καὶ ἡ γῆ πρόσωπον ἔχειν μεμαρτύρηται, καθὰ αὐτὸς ὁ κύριος ἐν εὐαγγελίοις πρὸς τοὺς γραμματεῖς καὶ Φαρισαίους διαλεγόμενος ἔφη »ὑποκριταί, τὸ πρόσωπον τοῦ οὐρανοῦ καὶ τῆς γῆς οἴδατε δοκιμάζειν« καὶ τὰ ἑξῆς. πᾶν γὰρ τὸ ὑφεστὸς ἐφ’ ὅσον ὑφίσταται, πρόσωπον ἔχειν λέγεται τῆς οἰκείας φύσεως ἤτοι σχῆμα. ἀλλὰ μὴν ὁ οὐρανὸς καὶ ἡ γῆ κτιστά, καθὰ καὶ πᾶσα ἡ τῶν γενητῶν φύσις, ἡ δὲ θεία καὶ ἄρρητος οὐσία ἄκτιστος, ἐπείπερ ἁπλῆ καὶ ἀσύνθετος καὶ ἀσχημάτιστος ἀίδιός τε καὶ ἀθάνατος. ἀλλ᾿ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. ἀπεδείξαμεν διὰ πλειόνων τῶν ἐκ τῶν θείων γραφῶν μαρτυριῶν συνδημιουργὸν τῷ πατρὶ καὶ τῷ υἱῷ πάσης κτίσεως ὁρωμένης τε καὶ νοουμένης εἰναι τὸ πνεῦμα τὸ αγιον, ἐπείπερ καὶ ἀχώριστον ἀεί ἐστι τοῦ πατρὸς κοὶ τοῦ υἱοῦ, καθὰ καὶ ὁ υἱὸς τοῦ πατρὸς καὶ ὁ πατὴρ τοῦ υἱοῦ.