Ancient Greek
ΛΟΓΟΣ Bݲ, Chapter 21
Gelasius, Historia Ecclesiastica 21.32
Not analysed yet
καὶ ταῦτα μὲν οὐκ ἂν ἀπαξιώσῃς ἐπ᾿ ἀνθρώπων νοεῖν, ἐπὶ δὲ τῆς ἀρρήτου καὶ ἀπερινοήτου καὶ ἀκαταλήπτου οὐσίας ἐκείνης τοῦ θεοῦ ἀλλότριον #x003E; τὸν οὐ προφορικὸν αὐτοῦ λόγον ἀλλὰ ζῶντα ἀεὶ καὶ ἐνεργῆ καὶ τομώτερον ὑπὲρ πᾶσαν μάχαιραν δίστομον κριτήν τε πάντων ὄντα ἐπείπερ καὶ δημιουργόν; ᾧ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ.