Ancient Greek · ~1 min
ΛΟΓΟΣ Bݲ, Chapter 21
Gelasius, Historia Ecclesiastica 21.31
Not analysed yet
δεῦρο δέ, εἰ δοκεῖ, λάμβανε καὶ δι᾿ ὑποδειγμάτων εἰ καὶ ἀσθενεστέρων χρηστὰς ὑποθήκας· ὁ λόγος ὁ σὸς καθὰ καὶ παντὸς ἀνθρώπου προφορικὸς μέν ἐστι, γεννᾶται δὲ ἀτμήτως ἐκ τοῦ σοῦ νοῦ. ὁμοίως καὶ τὸ πνεῦμά σου καὶ ἐκπορεύεται ἐκ σοῦ· κοὶ οὐκ ἂν οὐδὲ τὸν λόγον σου οὔτε τὸ πνεῦμά σου εἴποις ἀλλότριόν σου.