Ancient Greek
22.1 to 22.5
Gelasius, Historia Ecclesiastica 22.1-5
Not analysed yet
ἐπεδὴ εἰς ὑψηλοτέραν ἔννοιάν με ἠγάγετε φήσαντες δεῖν μίαν θεότητα νοεῖσθαι καὶ πιστεύεσθαι τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, ἐπιμέμνημαι δὲ τῶν παρ΄ ὑμῶν ἔμπροσθεν ῥηθέντων, ὅτι θεὸς ὁ πατὴρ καὶ θεὸς ὁ υἱὸς καὶ θεὸς τὸ πνεῦμα τὸ ἅγιον, νῦν δέ φατε μίαν θεότητα τῶν τριῶν τελείων ὑποστάσεων τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, λευκότερον σαφηνίσατέ μοι τὰς ῥήσεις, παρακαλῶ. ἀπόκρισις τῶν ἁγίων πάτέρων πρὸς τὸν φιλόσοφον διὰ τοῦ αὐτοῦ Λεοντίου ἐπισκόπου· ἀνέκφραστός ἐστιν ἐπείπερ καὶ ἀπερινόητος καὶ ἀνεπιλόγιστος καὶ πάντη ἀνεξιχνίαστος ἡ θεία καὶ ἄρρητος οὐσία ἐκείνη ἡ τὰ πάντα ὑπερέχουσα καὶ τὰ πάντα περιέχουσα. πλὴν ἄκουε πρὸς ἡμῶν· οὐκ ἄλλον σοι θεὸν καὶ ἄλλον εἰρήκαμεν, καθάπερ ὁ ἀσεβὴς ἐβλασφήμησεν Ἄρεις ἕωα θεὸν ἄκτιστον καὶ ἄλλον κτιστὸν εἰρηκὼς κοὶ τὸ πνεῦμα τοῦ θεοῦ ὁμοίως κτιστὸν κεκηρυχὼς —μὴ γένοιτο —,ἀλλὰ μίαν θεότητα νοεῖσθαι καὶ πιστεύεσθαι εἰρήκαμεν μίαν οὐσίαν κυριότητά τε καὶ βουλὴν μίαν τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, εἰδέναι τε τὰς τῆς ἁγίας τριάδος ὑποστάσεις οὐ διεζευγμένας οὐδὲ τοπικάς, ἀλλὰ πίστει μόνῃ μίαν θεότητα νοεῖσθαι καὶ πιστεύεσθαι, καθὰ καὶ πολλάκις εἰρήκαμεν, τῆς ἁγίας καὶ ὁμοουσίου καὶ προσκυνητῆς τριάδος.