Ancient Greek
ΛΟΓΟΣ Bݲ, Chapter 22
Gelasius, Historia Ecclesiastica 22.6
Not analysed yet
ἰδοὺ διὰ πάντων ἔδειξεν ἡ ἀληθὴς πίστις μὴ δεῖν ἐπὶ τῆς ἁγίας τριάδος νοεῖν διαφοράν. ὧδε δὲ μικρόν σου τὸν νοῦν δοῦναι ἡμῖν ἐθέλησον καὶ πιστωθήσῃ ἐπὶ πλεῖον, δεχόμενος ὑπὸ τοῦ ἁγίου πνεύματος δι᾿ ἡμῶν σωτηριώδεις ὑποθήκας, ἵνα γνῷς τῆς ἁγίας τριάδος μίαν θεότητα ἀεὶ οὖσαν καὶ ὑφεστῶσαν, τριάδα ἀληθῶς τριάδα καὶ μηδὲν ἐν αὐτῇ προϋπάρχον ποτέ, ἀλλὰ ἀεὶ καὶ ὡσαύτως οὐσαν ἀδιαίρετον καὶ ὁμοούσιον τριάδα. ἀπόκρισις τοῦ φιλοσόφου·