Ancient Greek · ~3 min
23.1 to 23.3
Gelasius, Historia Ecclesiastica 23.1-3
Not analysed yet
κἀκεῖνο δὲ νοητέον ὦ φίλε λοιπὸν τῆς ἀληθείας, φιλόσοφε. πηγὴν νοήσωμεν γεννῶσαν ποταμὸν ὕδατος· πᾶς γὰρ ποταμός, ὡς οἶσθα, πηγὴν ἔχει γεννήτορα, εἶτα προέρχεται μὲν ὁ ποταμὸς ἐκ τῆς πηγῆς τοῦ ὕδατος, ἀλλ’ οὐδεὶς καλεῖ τὸν ποταμὸν πηγὴν ἢ τὴν πηγὴν ποταμόν, ἀλλ’ ἡ πηγὴ πηγὴ καλεῖται καὶ ὁ ποταμὸς ποταμὸς καὶ ἀμφότερα ἓν ὕδωρ. ἐπὰν δέ τις ἐθέλοι ἀρύσασθαι ἐκ τοῦ ποταμοῦ ἢ τῆς πηγῆς ὕδωρ μεταβάλλει τὴν προσηγορίαν. οὐκ ἐρεῖ γὰρ ἄπελθε, πορευθεὶς ἄντλησον καὶ φέρε μοι τὴν πηγὴν ἢ τὸν ποταμὸν‘ ἀλλ᾿ ὕδωρ. καὶ μία μὲν ἡ φύσις, τρία δὲ πρόσωπα λεκτέα πηγὴ ποταμὸς ὕδωρ. ἀλλὰ καὶ ἡ θεία γραφὴ ταῦτα φράζουσα δείκνυται —οὐ γὰρ ἀλλότρια ταύτης ἡμεῖς σοι φθεγγόμεθα, γνήσιον λοιπὸν τέκνον τῆς χάριτος, εἰ καὶ ὡς ἐν ὑποδείγμασι καὶ τύποις καὶ εἰκόσι τῆς ἀληείας τὸν λόγον εἰσηγησάμεθα —