Ancient Greek · ~2 min
ΛΟΓΟΣ Bݲ, Chapter 22
Gelasius, Historia Ecclesiastica 22.22
Not analysed yet
τοῦτο γὰρ πιστεύω εἶναι ὅπερ ὁ ἱεροφάντης εἶπε Παῦλος »τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν, ὃ νῦν ἀπεκαλύφθη, καθὼς εἴρηται τοῖς ἁγίοις αὐτοῦ ἀποστόλοις καὶ προφήταις‘ καὶ ὑμῖν, ἐν πνεύματι ἀεὶ ὄντα καὶ συνυπάρχοντα καὶ συνδιαμένοντα τῷ θεῷ καὶ πατρὶ τὸν υἱὸν αὐτοῦ καὶ τὸ πνεῦμα αὐτοῦ τὸ ἅγιον. Προσθέντες οἱ ἅγιοι πατέρες εἶπον πρὸς τὸν φιλόσοφον περὶ πηγῆς καὶ ποταμοῦ καὶ ὕδατος διὰ τοῦ ἐπισκόπου Λεοντίου·