Ancient Greek
ΛΟΓΟΣ Bݲ, Chapter 23
Gelasius, Historia Ecclesiastica 23.10
Not analysed yet
τὰ οὖν ἐκ στόματος Ἱερεμίου τοῦ προφήτου παραθήσομεν· ὁ κατασκευάσας, φησί, τὴν γῆν εἰς τὸν αἰῶνα χρόνον ἐνέπλησεν αὐτὴν κτηνῶν τετραπόδων. ὁ ἀποστέλλων τὸ φῶς καὶ πορεύεται, ἐκάλεσεν αὐτὸ καὶ ὑπήκουσεν αὐτῷ τρόμῳ· οἱ δὲ ἀστέρες ἔλαμψαν ἐν ταῖς φυλακαῖς αὐτῶν καὶ ηὐφράνθησαν· ἐκάλεσεν αὐτοὺς καὶ εἶπαν· πάρεσμεν· ἔλαμψαν μετ᾿ εὐφροσύνης τῷ ποιήσαντι αὐτούς. οὗτος ὁ θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτὸν« καὶ τὰ ἑξῆς.