Ancient Greek · ~1 min
ΛΟΓΟΣ Bݲ, Chapter 23
Gelasius, Historia Ecclesiastica 23.11
Not analysed yet
ἀναγκαῖον οὖν, θεοφιλέστατε φιλόσοφε, ἐπιστῆσαι ὧδε τὸν νοῦν καὶ ἀναπτύξαι τῆς γραφῆς τὴν διάνοιαν. ἔδειξε γάρ, καθὰ καὶ αὐτὸς συνωμολόγησας, ὅτι περὶ τοῦ υἱοῦ ταῦτα προείρηται. »μετὰ ταῦτα γάρ, φησίν, ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη«.