Ancient Greek
ΛΟΓΟΣ Bݲ, Chapter 23
Gelasius, Historia Ecclesiastica 23.5
Not analysed yet
ὅτι ἐξ αὐτοῦ λαμβάνομεν ἅπαντες οἱ πιστοί, τῆς αὐτῆς ὂν οὐσίας ἡς ὁ πατὴρ καὶ ὁ υἱός, ἐκπορευόμενον μὲν ἐκ τοῦ πατρὸς ἴδιον δὲ ὂν τοῦ υἱοῦ, καθάπερ ἀνωτέρω ἀπεδείξαμεν, ὅτι δὲ ἐξ αὐτοῦ ἡμῖν ἀναβλύζον ἐστί, σαφέστατα ἐν εὐαγγελίοις ἐδίδαξεν αὐτὸς ὁ κύριος εἰπών· »ἐάν τις διψᾷ, ἐρχέσθω πρὸς μὲ καὶ πινέτω· ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος«, οἷς ὁ εὐαγγελιστὴς θεόθεν ἐμπνευσεὶς τὸ ῥηθὲν ἑρμηνεύων ἐπιφέρει λέγων· »τοῦτο δὲ ἔλεγε περὶ τοῦ πνεύματος οὗ ἤμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν«.