Ancient Greek
ΛΟΓΟΣ Bݲ, Chapter 23
Gelasius, Historia Ecclesiastica 23.6
Not analysed yet
καὶ ὁ προφήτης δὲ Δαυὶδ ὅρα τί περὶ ταύτης τῆς πηγῆς τῆς ὄντως ζωῆς, τῆς ἁγίας τριάδος βοᾷ ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς«, πηγὴν ζωῆς τὸν θεὸν καὶ πατέρα καλῶν πρὸς τὸν υἱὸν λέγων, ἐπείπερ ὁ πατὴρ ἐν τῷ υἱῷ καὶ ὁ υἱὸς ἐν τῷ πατρί· φῶς δὲ τὸν υἱὸν προσαγορεύει, ἐν ᾧ φωτὶ λέγει ὅψεσθαι φῶς τὸ πνεῦμα τὸ ἅγιον. »ἐν γὰρ τῷ φωτί σου, φησίν, ὀψόμεθα φῶς«.