Ancient Greek
ΛΟΓΟΣ Bݲ, Chapter 24
Gelasius, Historia Ecclesiastica 24.11
Not analysed yet
ἀδύνατον δὲ ἦν θεὸν ὁμοιωθῆναι ἡμῖν μὴ σαρκωθέντα —οὐ γὰρ ἀσώματον εἶδος αὐτῷ ἀσωμάτου οὐσίας προσεγίνετο, ὅπερ ἦν αὐτός, αὐτός, ἀλλὰ τὸ σωματικόν —σωματικὴ δὲ οὐσία ἄνευ προσλήψεως οὐκ ἐγίνετο· διὰ τοῦτο σῶμα ἀληθῶς προσέλαβεν, ἵνα οἱ τῆς ἐξ ἀρχῆς ἀδελφότητος ἐκπεσόντες διὰ τὴν τοῦ ἀσωμάτου εἴδους ἀλλαγήν, τοῦτ ἔστι τῆς τοῦ πνεύματος χάριτος, ἧς διὰ τῶν πρώτων ἀνθρώπων τοῦ τε Ἀδὰμ καὶ τῆς Εὔας ἀπωλέσαμεν, εἰς ἐδελφότητα εἰσαχθῶμεν διὰ τῆς σωματικῆς προσλήψεως καὶ πάλιν τὸ ἀσώματον τὸ τὸ θεῖον ἀπολάβωμεν.