Ancient Greek · ~3 min
24.12 to 24.15
Gelasius, Historia Ecclesiastica 24.12-15
Not analysed yet
λαμβάνει δὲ σάρκα ἐκ γυναικός· οὕτως γὰρ καὶ ὁμογενὴς ἡμῖν καθίσταται, ἴνα καὶ ὡς ὁμογενέσιν ἡμῖν μεταδῷ τῆς δόξης τῆς ἑαυτοῦ, ἵνα καὶ τὴν γυναῖκα διὰ τῆς γεννήσεως ἀνασώσῃ· »ἀνασωθήσεται γάρ, φησίν, ἡ γυνὴ διὰ τῆς τεκνογονίας«. σὰρξ δὲ προσείληπτο τὸ κατὰ φύσιν ἔχουσα ζωτικόν· οὐδεμία γὰρ σὰρξ ἄνευ τοῦ ζωοποιοῦ, ὃ καὶ ψυχὴν ἰδίως ἡ γραφὴ καλεῖ. ὁ φιλόσοφος· τίς οὐκ ἂν ἐκπλαγῇ ἐπὶ τοῖς μεγαλείοις τοῦ θεοῦ τούτοις, ὡς ἔφατε; πλὴν πῶς λαμβάνει σάρκα ἐκ γυναικός, καθὼς ἀρτίως εἰρήκατε; ἀπόκρισις τῶν ἁγίων πατέρων διὰ τοῦ αὐτοῦ Μακαρίου ἐπισκόπου Ἱεροσολύμων· ἤδη εἰρήκαμέν σοι, ὠ βέλτιστε, μηδαμῶς ἐπὶ τῶν τοῦ θεοῦ μυστηρίων λέγειν τὸ ὅπως· ἀπόρρητα γάρ εἰσι καὶ ἀνεπιλόγιστα· ὡς δὲ ἐκ τῶν ἱερῶν λόγων ἐδιδάχθημεν, ἐροῦμεν ὅσον ὁ λόγος παραστῆσαι δυνήσεται.