Ancient Greek · ~2 min
ΛΟΓΟΣ Bݲ, Chapter 24
Gelasius, Historia Ecclesiastica 24.5
Not analysed yet
ἐπεὶ οὐν παραβάντες τὴν ἐντολὴν τοῦ θείου χαρίσματος ἐγυμνώθησαν, τοῦτο ἀποδοῦναι ἠθέλησεν ὁ δημιουργὸς τῷ τῶν ἀνθρώπων γένει. καὶ νοντέον ἐνταῦθα, ὅτι ὥσπερ εἶπεν ὁ θεὸς »ποιήσωμεν ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν· καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον‘ κατὰ τὰς προρρηθείσας ἀποδείξεις, ὁ αὐτὸς πάλιν εἶπε, σώσωμεν τὸν ἀπολωλότα ἄνθρωπον, ὃν κατ΄ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν ἐποιήσαμεν.