Ancient Greek · ~3 min
24.2 to 24.4
Gelasius, Historia Ecclesiastica 24.2-4
Not analysed yet
εἰπὲ ὃ βούλει, ἐπιθυμητὸν γὰρ ἡμῖν πληροφορῆσαί σε, ἐν πᾶσιν εὐμαρῶς δυναμένου σου νῦν μάλιστα δέχεσθαι τὰς ἀποδείξεις τῶν ῥήσεων ἐλλαμφθέντος σου ὑπὸ τοῦ ἁγίου πνεύματος. εὐΧαριστία τοῦ φιλοσόφου καὶ ἐπερώτησις περὶ τῆς τοῦ κυρίου ἐνανθρωπήσεως· χάρις ὑμῶν τῇ ἱερᾷ κεφαλῇ. φατὲ δέ μοι, ώ ἱερώτατοι, πῶς νοητέον τὸ τὸν θεὸν λόγον τὸν τοῦ θεοῦ υἱὸν ἐπὶ τῆς γῆς ὠφθαι καὶ τοῖς ἀνθρώποις συνανεστράφθαι ἀθέατον ὄντα πάσῃ κτιστῇ φύσει ὁρωμένῃ τε καὶ νοουμένῃ, καὶ τίς ἡ αἰτία, δι᾿ ἥν ταῦτα ἐπραγματεύσατο, διδάξατε, παρακαλῶ. ἀπόκρισις τῶν ἁγίων πατέρων πρὸς τὸν φιλόσοφον διὰ τοῦ ἐπισκόπου Λεοντίου· ἡ μὲν αἰτία τῆς αὐτοῦ παρουσίας ᾠκονομήθη ὑπ’ αὐτοῦ διὰ τὴν ἐν τῷ παραδείσῳ τῶν πρωτοκτίστων ἀνθρώπων τοῦ τε Ἀδὰμ καὶ τῆς Εὔας γεγενημένην ἀπόπτωσιν, ἥτις ἅπαν τὸ αὐτῶν ἐπενέμετο γένος.